![]() |
Ο ρήτορας Ισοκράτης |
Ο συγκεκριμένος λόγος είναι ένα μεταθανάτιο εγκώμιο του Ευαγόρα, του βασιλιά της Σαλαμίνας της Κύπρου. Στο παρακάτω απόσπασμα ο ρήτορας προτρέπει τον γιο του Ευαγόρα, τον Νικοκλή, να μιμηθεί τον πατέρα του, να φανεί αντάξιός του και να μεγαλουργήσει.
Ἐμὸν μὲν οὖν ἔργον καὶ τῶν ἄλλων φίλων τοιαῦτα καὶ λέγειν καὶ γράφειν ἐξ ὧν μέλλομέν σε παροξύνειν ὀρέγεσθαι τούτων, ὧνπερ καὶ νῦν τυγχάνεις ἐπιθυμῶν: σοὶ δὲ προσήκει μηδὲν ἐλλείπειν ἀλλ᾽ ὥσπερ ἐν τῷ παρόντι καὶ τὸν λοιπὸν χρόνον ἐπιμελεῖσθαι καὶ τὴν ψυχὴν ἀσκεῖν, ὅπως ἄξιος ἔσει καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων προγόνων. Ὡς ἅπασι μὲν προσήκει περὶ πολλοῦ ποιεῖσθαι τὴν φρόνησιν, μάλιστα δ᾽ ὑμῖν τοῖς πλείστων καὶ μεγίστων κυρίοις οὖσιν. Χρὴ δ᾽ οὐκ ἀγαπᾶν, εἰ τῶν παρόντων τυγχάνεις ὢν ἤδη κρείττων, ἀλλ᾽ ἀγανακτεῖν, εἰ τοιοῦτος μὲν ὢν αὐτὸς τὴν φύσιν, γεγονὼς δὲ τὸ μὲν παλαιὸν ἀπὸ Διός, τὸ δ᾽ ὑπογυιότατον ἐξ ἀνδρὸς τοιούτου τὴν ἀρετήν, μὴ πολὺ διοίσεις καὶ τῶν ἄλλων καὶ τῶν ἐν ταῖς αὐταῖς σοι τιμαῖς ὄντων. Ἔστι δ᾽ ἐπὶ σοὶ μὴ διαμαρτεῖν τούτων: ἂν γὰρ ἐμμένῃς τῇ φιλοσοφίᾳ καὶ τοσοῦτον ἐπιδιδῷς ὅσον περ νῦν, ταχέως γενήσει τοιοῦτος οἷόν σε προσήκει.